Docsity
Docsity

Prepara i tuoi esami
Prepara i tuoi esami

Studia grazie alle numerose risorse presenti su Docsity


Ottieni i punti per scaricare
Ottieni i punti per scaricare

Guadagna punti aiutando altri studenti oppure acquistali con un piano Premium


Guide e consigli
Guide e consigli


prologo elettra di sofocle, Appunti di Letteratura Greca

prologo elettra di sofocle con spiegazione e commento

Tipologia: Appunti

2022/2023

Caricato il 24/07/2023

serena-formisano-1
serena-formisano-1 🇮🇹

2 documenti

1 / 1

Toggle sidebar

Questa pagina non è visibile nell’anteprima

Non perderti parti importanti!

bg1
ΗΛΕΚΤΡΑ
ΠΑΙΔΑΓΩΓΟΣ
Ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
Ἀγαμέμνονος παῖ, νῦν κεῖν' ξεστί σοι 1: ∪ ∪—
παρόντι λεύσσειν ὧν πρόθυμος ἦσθ' ἀεί.
Τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,
τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·
αὕτη δ', Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ' ὅδε 1: ∪ ∪—
Ἥρας ὁ κλεινὸς ναός· οἷ δ' ἱκάνομεν,
φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν,
πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε, 4: ∪ ∪ ∪
ὅθεν σε πατρὸς ἐκ φόνων ἐγώ ποτε
πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
τοσόνδ' ἐς ἥβης πατρὶ τιμωρὸν φόνου.
Νῦν οὖν, Ὀρέστα καὶ σύ, φίλτατε ξένων
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον, 1: ∪ ∪—
ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
ἑῷα κινεῖ φθέγματ' ὀρνίθων σαφῆ,
μέλαινά τ' ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
Πρὶν οὖν τιν' ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ' ἴμεν
ἵν' οὐκέτ' ὀκνεῖν καιρός, ἀλλ' ἔργων ἀκμή.
ΟΡΕΣΤΗΣ
Ὦ φίλτατ' ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς·
ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,
ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,
ἀλλ' ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
ἡμᾶς τ' ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπῃ.
Τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δέ,
ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, 2: ∪ ∪ ∪
εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
Ἐγὼ γὰρ ἡνίχ' ἱκόμην τὸ Πυθικὸν
μαντεῖον, ὡς μάθοιμ' ὅτῳ τρόπῳ πατρὶ
δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
χρῇ μοι τοιαῦθ' ὁ Φοῖβος ὧν πεύσῃ τάχα·
ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ
δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.

Anteprima parziale del testo

Scarica prologo elettra di sofocle e più Appunti in PDF di Letteratura Greca solo su Docsity!

Ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν' ἔξεστί σοι 1: ∪ ∪— παρόντι λεύσσειν ὧν πρόθυμος ἦσθ' ἀεί. Τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε, τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης· αὕτη δ', Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ' ὅδε 1: ∪ ∪— Ἥρας ὁ κλεινὸς ναός· οἷ δ' ἱκάνομεν, φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν, πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε, 4: ∪ ∪ ∪ ὅθεν σε πατρὸς ἐκ φόνων ἐγώ ποτε πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην τοσόνδ' ἐς ἥβης πατρὶ τιμωρὸν φόνου. Νῦν οὖν, Ὀρέστα καὶ σύ, φίλτατε ξένων Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον, 1: ∪ ∪— ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας ἑῷα κινεῖ φθέγματ' ὀρνίθων σαφῆ, μέλαινά τ' ἄστρων ἐκλέλοιπεν εὐφρόνη. Πρὶν οὖν τιν' ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ' ἴμεν ἵν' οὐκέτ' ὀκνεῖν καιρός, ἀλλ' ἔργων ἀκμή. ΟΡΕΣΤΗΣ Ὦ φίλτατ' ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς· ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων, ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν, ἀλλ' ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ ἡμᾶς τ' ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπῃ. Τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δέ, ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, 2: ∪ ∪ ∪ εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον. Ἐγὼ γὰρ ἡνίχ' ἱκόμην τὸ Πυθικὸν μαντεῖον, ὡς μάθοιμ' ὅτῳ τρόπῳ πατρὶ δίκας ἀροίμην τῶν φονευσάντων πάρα, χρῇ μοι τοιαῦθ' ὁ Φοῖβος ὧν πεύσῃ τάχα· ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.