



Studia grazie alle numerose risorse presenti su Docsity
Guadagna punti aiutando altri studenti oppure acquistali con un piano Premium
Prepara i tuoi esami
Studia grazie alle numerose risorse presenti su Docsity
Prepara i tuoi esami con i documenti condivisi da studenti come te su Docsity
Trova i documenti specifici per gli esami della tua università
Preparati con lezioni e prove svolte basate sui programmi universitari!
Rispondi a reali domande d’esame e scopri la tua preparazione
Riassumi i tuoi documenti, fagli domande, convertili in quiz e mappe concettuali
Studia con prove svolte, tesine e consigli utili
Togliti ogni dubbio leggendo le risposte alle domande fatte da altri studenti come te
Esplora i documenti più scaricati per gli argomenti di studio più popolari
Ottieni i punti per scaricare
Guadagna punti aiutando altri studenti oppure acquistali con un piano Premium
Testo originale in greco antico Sofocle Edipo Re
Tipologia: Traduzioni
1 / 5
Questa pagina non è visibile nell’anteprima
Non perderti parti importanti!




Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή, τίνας ποθ' ἕδρας τάσδε μοι θοάζετε ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι; Πόλις δ' ὁμοῦ μὲν θυμιαμάτων γέμει, 5ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων· ἁγὼ δικαιῶν μὴ παρ' ἀγγέλων, τέκνα, ἄλλων ἀκούειν αὐτὸς ὧδ' ἐλήλυθα, ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος. Ἀλλ', ὦ γεραιέ, φράζ', ἐπεὶ πρέπων ἔφυς 10πρὸ τῶνδε φωνεῖν· τίνι τρόπῳ καθέστατε, δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν. ΙΕΡΕΥΣ Ἀλλ', ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, 15ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα βωμοῖσι τοῖς σοῖς, οἱ μὲν οὐδέπω μακρὰν πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερεύς, ἐγὼ μὲν Ζηνός, οἵδε τ' ᾐθέων λεκτοί· τὸ δ' ἄλλο φῦλον ἐξεστεμμένον 20ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς ναοῖς, ἐπ' Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ. Πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν ἤδη σαλεύει, κἀνακουφίσαι κάρα βυθῶν ἔτ' οὐχ οἵα τε φοινίου σάλου, 25φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, φθίνουσα δ' ἀγέλαις βουνόμοις τόκοισί τε ἀγόνοις γυναικῶν· ἐν δ' ὁ πυρφόρος θεὸς σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, ὑφ' οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ' 30Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. Θεοῖσι μέν νυν οὐκ ἰσούμενός σ' ἐγὼ οὐδ' οἵδε παῖδες ἑζόμεσθ' ἐφέστιοι, ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου κρίνοντες ἔν τε δαιμόνων ξυναλλαγαῖς, 35ὅς γ' ἐξέλυσας ἄστυ καδμεῖον μολὼν σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν, καὶ ταῦθ' ὑφ' ἡμῶν οὐδὲν ἐξειδὼς πλέον οὐδ' ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ λέγῃ νομίζῃ θ' ἡμὶν ὀρθῶσαι βίον.
Τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν' ἔρχεται μόνον καθ' αὑτόν, κοὐδέν' ἄλλον, ἡ δ' ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ σ' ὁμοῦ στένει. 65Ὥστ' οὐχ ὕπνῳ γ' εὕδοντά μ' ἐξεγείρετε· ἀλλ' ἴστε πολλὰ μέν με δακρύσαντα δή, πολλὰς δ' ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις· ἣν δ' εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην, ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως 70Κρέοντ', ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ ἔπεμψα Φοίβου δώμαθ', ὡς πύθοιθ' ὅ τι δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν. Καί μ' ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα 75ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. Ὅταν δ' ἵκηται, τηνικαῦτ' ἐγὼ κακὸς μὴ δρῶν ἂν εἴην πάνθ' ὅσ' ἂν δηλοῖ θεός. ΙΕ. Ἀλλ' εἰς καλὸν σύ τ' εἶπας οἵδε τ' ἀρτίως Κρέοντα προσστείχοντα σημαίνουσί μοι. 80ΟΙ. Ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ σωτῆρι βαίη, λαμπρὸς ὥσπερ ὄμματι. ΙΕ. Ἀλλ' εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα πολυστεφὴς ὧδ' εἷρπε παγκάρπου δάφνης.