
Studia grazie alle numerose risorse presenti su Docsity
Guadagna punti aiutando altri studenti oppure acquistali con un piano Premium
Prepara i tuoi esami
Studia grazie alle numerose risorse presenti su Docsity
Prepara i tuoi esami con i documenti condivisi da studenti come te su Docsity
Trova i documenti specifici per gli esami della tua università
Preparati con lezioni e prove svolte basate sui programmi universitari!
Rispondi a reali domande d’esame e scopri la tua preparazione
Riassumi i tuoi documenti, fagli domande, convertili in quiz e mappe concettuali
Studia con prove svolte, tesine e consigli utili
Togliti ogni dubbio leggendo le risposte alle domande fatte da altri studenti come te
Esplora i documenti più scaricati per gli argomenti di studio più popolari
Ottieni i punti per scaricare
Guadagna punti aiutando altri studenti oppure acquistali con un piano Premium
Edipo re Sofocle - appunti liceo classico
Tipologia: Appunti
1 / 1
Questa pagina non è visibile nell’anteprima
Non perderti parti importanti!

Cerca FORUM - S.O.S. compiti Login Come funziona questo sito? Registrati
Home - opere greche - tragediegreche
Testo originale Ο ἰ δίπους ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή, τίνας ποθ᾽ ἕδρας τάσδε μοι θοάζετε ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι; πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων· [5] ἁγὼ δικαιῶν μὴ παρ᾽ ἀγγέλων, τέκνα, ἄλλων ἀκούειν αὐτὸς ὧδ᾽ ἐλήλυθα, ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος. ἀλλ᾽ ὦ γεραιέ, φράζ᾽, ἐπεὶ πρέπων ἔφυς πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε, [10] δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν. Ἱ ερεύς ἀλλ᾽ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα [15] βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τ᾽ ᾐθέων λεκτοί· τὸ δ᾽ ἄλλο φῦλον ἐξεστεμμένον ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς [20] ναοῖς, ἐπ᾽ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ. πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν ἤδη σαλεύει κἀνακουφίσαι κάρα βυθῶν ἔτ᾽ οὐχ οἵα τε φοινίου σάλου, φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, [25] φθίνουσα δ᾽ ἀγέλαις βουνόμοις τόκοισί τε ἀγόνοις γυναικῶν· ἐν δ᾽ ὁ πυρφόρος θεὸς σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, ὑφ᾽ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ᾽ Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. [30] θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ᾽ ἐγὼ οὐδ᾽ οἵδε παῖδες ἑζόμεσθ᾽ ἐφέστιοι, ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς· ὅς γ᾽ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν [35] σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν, καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον οὐδ᾽ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ λέγει νομίζει θ᾽ ἡμὶν ὀρθῶσαι βίον· νῦν τ᾽, ὦ κράτιστον πᾶσιν οἰδίπου κάρα, [40] ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι ἀλκήν τιν᾽ εὑρεῖν ἡμίν, εἴτε του θεῶν φήμην ἀκούσας εἴτ᾽ ἀπ᾽ ἀνδρὸς οἶσθά του· ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. [45] ἴθ᾽, ὦ βροτῶν ἄριστ᾽, ἀνόρθωσον πόλιν, ἴθ᾽, εὐλαβήθηθ᾽· ὡς σὲ νῦν μὲν ἥδε γῆ σωτῆρα κλῄζει τῆς πάρος προθυμίας· ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα στάντες τ᾽ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον. [50] ἀλλ᾽ ἀσφαλείᾳ τήνδ᾽ ἀνόρθωσον πόλιν· ὄρνιθι γὰρ καὶ τὴν τότ᾽ αἰσίῳ τύχην παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ. ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς, ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν· [55] ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω. Ο ἰ δίπους ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι προσήλθεθ᾽ ἱμείροντες· εὖ γὰρ οἶδ᾽ ὅτι νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ [60] οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν᾽ ἔρχεται μόνον καθ᾽ αὑτὸν κοὐδέν᾽ ἄλλον, ἡ δ᾽ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ σ᾽ ὁμοῦ στένει. ὥστ᾽ οὐχ ὕπνῳ γ᾽ εὕδοντά μ᾽ ἐξεγείρετε, [65] ἀλλ᾽ ἴστε πολλὰ μέν με δακρύσαντα δή, πολλὰς δ᾽ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις· ἣν δ᾽ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην, ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως Κρέοντ᾽, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ [70] ἔπεμψα Φοίβου δώμαθ᾽, ὡς πύθοιθ᾽ ὅ τι δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν. καί μ᾽ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. [75] ὅταν δ᾽ ἵκηται, τηνικαῦτ᾽ ἐγὼ κακὸς μὴ δρῶν ἂν εἴην πάνθ᾽ ὅσ᾽ ἂν δηλοῖ θεός. Ἱ ερεύς ἀλλ᾽ εἰς καλὸν σύ τ᾽ εἶπας οἵδε τ᾽ ἀρτίως Κρέοντα προσστείχοντα σημαίνουσί μοι. Ο ἰ δίπους ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ [80] σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι Ἱ ερεύς ἀλλ᾽ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα πολυστεφὴς ὧδ᾽ εἷρπε παγκάρπου δάφνης. Ο ἰ δίπους τάχ᾽ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν. ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, [85] τίν᾽ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων; Κρέων ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ᾽, εἰ τύχοι κατ᾽ ὀρθὸν ἐξελθόντα, πάντ᾽ ἂν εὐτυχεῖν. Ο ἰ δίπους ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς οὔτ᾽ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. [90] Κρέων εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν, ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω. Ο ἰ δίπους ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι. Κρέων λέγοιμ ἂν οἷ᾽ ἤκουσα τοῦ θεοῦ πάρα. [95] ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ ἐν τῇδ᾽, ἐλαύνειν μηδ᾽ ἀνήκεστον τρέφειν. Ο ἰ δίπους ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς; Κρέων ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν [100] λύοντας, ὡς τόδ᾽ αἷμα χειμάζον πόλιν. Ο ἰ δίπους ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην; Κρέων ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ᾽ ἡγεμὼν γῆς τῆσδε, πρὶν σὲ τήνδ᾽ ἀπευθύνειν πόλιν. Ο ἰ δίπους ἔξοιδ᾽ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω. [105] Κρέων τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. Ο ἰ δίπους οἳ δ᾽ εἰσὶ ποῦ γῆς; ποῦ τόδ᾽ εὑρεθήσεται ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας; Κρέων ἐν τῇδ᾽ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον [110] ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον. Ο ἰ δίπους πότερα δ᾽ ἐν οἴκοις ἢ ᾽ν ἀγροῖς ὁ Λάϊος ἢ γῆς ἐπ᾽ ἄλλης τῷδε συμπίπτει φόνῳ; Κρέων θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν πρὸς οἶκον οὐκέθ᾽ ἵκεθ᾽, ὡς ἀπεστάλη. [115] Ο ἰ δίπους οὐδ᾽ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ κατεῖδ᾽, ὅτου τις ἐκμαθὼν ἐχρήσατ᾽ ἄν; Κρέων θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ᾽ εἰδὼς φράσαι. Ο ἰ δίπους τὸ ποῖον; ἓν γὰρ πόλλ᾽ ἂν ἐξεύροι μαθεῖν, [120] ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος. Κρέων λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν. Ο ἰ δίπους πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ ἐπράσσετ᾽ ἐνθένδ᾽, ἐς τόδ᾽ ἂν τόλμης ἔβη; [125] Κρέων δοκοῦντα ταῦτ᾽ ἦν· Λαΐου δ᾽ ὀλωλότος οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο. Ο ἰ δίπους κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος οὕτω πεσούσης, εἶργε τοῦτ᾽ ἐξειδέναι; Κρέων ἡ ποικιλῳδὸς Ʃφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν [130] μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο. Ο ἰ δίπους ἀλλ᾽ ἐξ ὑπαρχῆς αὖθις αὔτ᾽ ἐγὼ φανῶ· ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ πρὸ τοῦ θανόντος τήνδ᾽ ἔθεσθ᾽ ἐπιστροφήν· ὥστ᾽ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον [135] γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ᾽ ἅμα. ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, ἀλλ᾽ αὐτὸς αὑτοῦ τοῦτ᾽ ἀποσκεδῶ μύσος. ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχ᾽ ἂν κἄμ᾽ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθ᾽ ἕλοι. [140] κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ. ἀλλ᾽ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων ἵστασθε, τούσδ᾽ ἄραντες ἱκτῆρας κλάδους, ἄλλος δὲ Κάδμου λαὸν ὧδ᾽ ἀθροιζέτω, ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς [145] σὺν τῷ θεῷ φανούμεθ᾽ ἢ πεπτωκότες. Ἱ ερεύς ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν καὶ δεῦρ᾽ ἔβημεν ὧν ὅδ᾽ ἐξαγγέλλεται. Φοῖβος δ᾽ ὁ πέμψας τάσδε μαντείας ἅμα σωτήρ δ᾽ ἵκοιτο καὶ νόσου παυστήριος. [150] Χορός ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου Πυθῶνος ἀγλαὰς ἔβας Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων, ἰήιε Δάλιε Παιάν, ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον [155] ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος. εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα. πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτ᾽ Ἀθάνα [160] γαιάοχόν τ᾽ ἀδελφεὰν Ἄρτεμιν, ἃ κυκλόεντ᾽ ἀγορᾶς θρόνον εὐκλέα θάσσει, καὶ Φοῖβον ἑκαβόλον, ἰὼ τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι, εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει [165] ἠνύσατ᾽ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν. ὦ πόποι, ἀνάριθμα γὰρ φέρω πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδ᾽ ἔνι φροντίδος ἔγχος [170] ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν ἰηίων καμάτων ἀνέχουσι γυναῖκες· ἄλλον δ᾽ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν [175] κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον ἀκτὰν πρὸς ἑσπέρου θεοῦ. ὧν πόλις ἀνάριθμος ὄλλυται· νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως· [180] ἐν δ᾽ ἄλοχοι πολιαί τ᾽ ἔπι ματέρες ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν. παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος [185] ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός, εὐῶπα πέμψον ἀλκάν. Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων [190] φλέγει με περιβόατον, ἀντιάζω παλίσσυτον δράμημα νωτίσαι πάτρας ἔπουρον, εἴτ᾽ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας εἴτ᾽ ἐς τὸν ἀπόξενον ὅρμων [195] Θρῄκιον κλύδωνα· τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ, τοῦτ᾽ ἐπ᾽ ἦμαρ ἔρχεται· τόν, ὦ τᾶν πυρφόρων ἀστραπᾶν κράτη νέμων, [200] ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ, Λύκει᾽ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπ᾽ ἀγκυλᾶν βέλεα θέλοιμ᾽ ἂν ἀδάματ᾽ ἐνδατεῖσθαι ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους [205] Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκι᾽ ὄρεα διᾴσσει· τὸν χρυσομίτραν τε κικλήσκω, τᾶσδ᾽ ἐπώνυμον γᾶς, [210] οἰνῶπα Βάκχον εὔιον, Μαινάδων ὁμόστολον, πελασθῆναι φλέγοντ᾽ ἀγλαῶπι < > πεύκᾳ ᾽πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. [215] Ο ἰ δίπους αἰτεῖς· ἃ δ᾽ αἰτεῖς, τἄμ᾽ ἐὰν θέλῃς ἔπη κλύων δέχεσθαι τῇ νόσῳ θ᾽ ὑπηρετεῖν, ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν· ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ᾽ ἐξερῶ, ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν [220] ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον, νῦν δ᾽ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε· ὅστις ποθ᾽ ὑμῶν Λάϊον τὸν Λαβδάκου κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, [225] τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί· κεἰ μὲν φοβεῖται, τοὐπίκλημ᾽ ὑπεξελεῖν αὐτὸν καθ᾽ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν ἀστεργὲς οὐδέν. γῆς δ᾽ ἄπεισιν ἀσφαλής. εἰ δ᾽ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς [230] τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ κέρδος τελῶ ᾽γὼ χἠ χάρις προσκείσεται. εἰ δ᾽ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε, ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. [235] τὸν ἄνδρ᾽ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς τῆσδ᾽, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω, μήτ᾽ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα, μήτ᾽ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν· [240] ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων πάντας, ὡς μιάσματος τοῦδ᾽ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί. ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι τῷ τ᾽ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· [245] κατεύχομαι δὲ τὸν δεδρακότ᾽, εἴτε τις εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα, κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον· ἐπεύχομαι δ᾽, οἴκοισιν εἰ ξυνέστιος ἐν τοῖς ἐμοῖς γένοιτ᾽ ἐμοῦ συνειδότος, [250] παθεῖν ἅπερ τοῖσδ᾽ ἀρτίως ἠρασάμην. ὑμῖν δὲ ταῦτα πάντ᾽ ἐπισκήπτω τελεῖν, ὑπέρ τ᾽ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε γῆς ὧδ᾽ ἀκάρπως κἀθέως ἐφθαρμένης. Ο ἰ δίπους οὐδ᾽ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, [255] ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, ἀνδρός γ᾽ ἀρίστου βασιλέως τ᾽ ὀλωλότος, ἀλλ᾽ ἐξερευνᾶν· νῦν δ᾽ ἐπεὶ κυρῶ γ᾽ ἐγὼ ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, ἔχων δὲ λέκτρα καὶ γυναῖχ᾽ ὁμόσπορον, [260] κοινῶν τε παίδων κοίν᾽ ἄν, εἰ κείνῳ γένος μὴ ᾽δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα· νῦν δ᾽ ἐς τὸ κείνου κρᾶτ᾽ ἐνήλαθ᾽ ἡ τύχη· ἀνθ᾽ ὧν ἐγὼ τάδ᾽, ὡσπερεὶ τοὐμοῦ πατρός, ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, [265] ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ᾽ Ἀγήνορος. καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς μήτ᾽ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ [270] μήτ᾽ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ᾽ ἐχθίονι· ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις τάδ᾽ ἔστ᾽ ἀρέσκονθ᾽, ἥ τε σύμμαχος Δίκη χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. [275] Χορός ὥσπερ μ᾽ ἀραῖον ἔλαβες, ὧδ᾽, ἄναξ, ἐρῶ. οὔτ᾽ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ᾽ ἔχω δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν Φοίβου τόδ᾽ εἰπεῖν, ὅστις εἴργασταί ποτε. Ο ἰ δίπους δίκαι᾽ ἔλεξας· ἀλλ᾽ ἀναγκάσαι θεοὺς [280] ἃν μὴ θέλωσιν οὐδ᾽ ἂν εἷς δύναιτ᾽ ἀνήρ. Χορός τὰ δεύτερ᾽ ἐκ τῶνδ᾽ ἂν λέγοιμ᾽ ἁμοὶ δοκεῖ. Ο ἰ δίπους εἰ καὶ τρίτ᾽ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι. Χορός ἄνακτ᾽ ἄνακτι ταὔθ᾽ ὁρῶντ᾽ ἐπίσταμαι μάλιστα Φοίβῳ Τειρεσίαν, παρ᾽ οὗ τις ἂν [285] σκοπῶν τάδ᾽, ὦναξ, ἐκμάθοι σαφέστατα. Ο ἰ δίπους ἀλλ᾽ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ᾽ ἐπραξάμην. ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται. Χορός καὶ μὴν τά γ᾽ ἄλλα κωφὰ καὶ παλαί᾽ ἔπη. [290] Ο ἰ δίπους τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον. Χορός θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. Ο ἰ δίπους ἤκουσα κἀγώ. τὸν δ᾽ ἰδόντ᾽ οὐδεὶς ὁρᾷ. Χορός ἀλλ᾽ εἴ τι μὲν δὴ δείματός γ᾽ ἔχει μέρος, τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ᾽ ἀράς, [295] Ο ἰ δίπους ᾧ μή ᾽στι δρῶντι τάρβος, οὐδ᾽ ἔπος φοβεῖ. Χορός ἀλλ᾽ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ τὸν θεῖον ἤδη μάντιν ὧδ᾽ ἄγουσιν, ᾧ τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ. Ο ἰ δίπους ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε [300] ἄῤῥητά τ᾽, οὐράνιά τε καὶ χθονοστιβῆ, πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ᾽ ὅμως οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην σωτῆρά τ᾽, ὦναξ, μοῦνον ἐξευρίσκομεν. Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, [305] πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. σύ νυν φθονήσας μήτ᾽ ἀπ᾽ οἰωνῶν φάτιν [310] μήτ᾽ εἴ τιν᾽ ἄλλην μαντικῆς ἔχεις ὁδόν, ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ᾽ ἐμέ, ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος. ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δ᾽ ὠφελεῖν ἀφ᾽ ὧν ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων. [315] Τειρεσίας φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ εἰδὼς διώλεσ᾽· οὐ γὰρ ἂν δεῦρ᾽ ἱκόμην. Ο ἰ δίπους τί δ᾽ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας. Τειρεσίας ἄφες μ᾽ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ [320] κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ. Ο ἰ δίπους οὔτ᾽ ἔννομ᾽ εἶπας οὔτε προσφιλῆ πόλει τῇδ᾽, ἥ σ᾽ ἔθρεψε, τήνδ᾽ ἀποστερῶν φάτιν. Τειρεσίας Ο ἰ δίπους μὴ πρὸς θεῶν φρονῶν γ᾽ ἀποστραφῇς, ἐπεὶ πάντες σε προσκυνοῦμεν οἵδ᾽ ἱκτήριοι. Τειρεσίας πάντες γὰρ οὐ φρονεῖτ᾽· ἐγὼ δ᾽ οὐ μή ποτε τἄμ᾽, ὡς ἂν εἴπω μὴ τὰ σ᾽, ἐκφήνω κακά. Ο ἰ δίπους τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλ᾽ ἐννοεῖς [330] ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν; Τειρεσίας ἐγὼ οὔτ᾽ ἐμαυτὸν οὔτε σ᾽ ἀλγυνῶ. τί ταῦτ᾽ ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου. Ο ἰ δίπους οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ᾽ ὀργάνειας, ἐξερεῖς ποτε, [335] ἀλλ᾽ ὧδ᾽ ἄτεγκτος κἀτελεύτητος φανεῖ; Τειρεσίας ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ᾽ ὁμοῦ ναίουσαν οὐ κατεῖδες, ἀλλ᾽ ἐμὲ ψέγεις. Ο ἰ δίπους τίς γὰρ τοιαῦτ᾽ ἂν οὐκ ἂν ὀργίζοιτ᾽ ἔπη κλύων, ἃ νῦν σὺ τήνδ᾽ ἀτιμάζεις πόλιν; [340] Τειρεσίας ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω. Ο ἰ δίπους οὐκοῦν ἅ γ᾽ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί. Τειρεσίας οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδ᾽, εἰ θέλεις, θυμοῦ δι᾽ ὀργῆς ἥτις ἀγριωτάτη. Ο ἰ δίπους καὶ μὴν παρήσω γ᾽ οὐδέν, ὡς ὀργῆς ἔχω, [345] ἅπερ ξυνίημ᾽· ἴσθι γὰρ δοκῶν ἐμοὶ καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θ᾽, ὅσον μὴ χερσὶ καίνων· εἰ δ᾽ ἐτύγχανες βλέπων, καὶ τοὔργον ἂν σοῦ τοῦτ᾽, ἔφην εἶναι μόνου. Τειρεσίας ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι [350] ᾧπερ προεῖπας ἐμμένειν, κἀφ᾽ ἡμέρας τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ᾽ ἐμέ, ὡς ὄντι γῆς τῆσδ᾽ ἀνοσίῳ μιάστορι. Ο ἰ δίπους οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς; [355] Τειρεσίας πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω. Ο ἰ δίπους πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης. Τειρεσίας πρὸς σοῦ· σὺ γάρ μ᾽ ἄκοντα προυτρέψω λέγειν. Ο ἰ δίπους ποῖον λόγον; λέγ᾽ αὖθις, ὡς μᾶλλον μάθω. Τειρεσίας οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ᾽κπειρᾷ λέγων; [360] Ο ἰ δίπους οὐχ ὥστε γ᾽ εἰπεῖν γνωστόν· ἀλλ᾽ αὖθις φράσον. Τειρεσίας φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν. Ο ἰ δίπους ἀλλ᾽ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς. Τειρεσίας εἴπω τι δῆτα κἄλλ᾽, ἵν᾽ ὀργίζῃ πλέον; Ο ἰ δίπους ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται. [365] Τειρεσίας λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις αἴσχισθ᾽ ὁμιλοῦντ᾽, οὐδ᾽ ὁρᾶν ἵν᾽ εἶ κακοῦ. Ο ἰ δίπους ἦ καὶ γεγηθὼς ταῦτ᾽ ἀεὶ λέξειν δοκεῖς; Τειρεσίας εἴπερ τί γ᾽ ἐστὶ τῆς ἀληθείας σθένος. Ο ἰ δίπους ἀλλ᾽ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ᾽ οὐκ ἔστ᾽ ἐπεὶ [370] τυφλὸς τά τ᾽ ὦτα τόν τε νοῦν τά τ᾽ ὄμματ᾽ εἶ. Τειρεσίας σὺ δ᾽ ἄθλιός γε ταῦτ᾽ ὀνειδίζων, ἃ σοὶ οὐδεὶς ὃς οὐχὶ τῶνδ᾽ ὀνειδιεῖ τάχα. Ο ἰ δίπους μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτ᾽ ἐμὲ μήτ᾽ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ᾽ ἄν. [375] Τειρεσίας οὐ γάρ σε μοῖρα πρός γ᾽ ἐμοῦ πεσεῖν, ἐπεὶ ἱκανὸς Ἀπόλλων, ᾧ τάδ᾽ ἐκπρᾶξαι μέλει. Ο ἰ δίπους Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα; Τειρεσίας Κρέων δέ σοι πῆμ᾽ οὐδέν, ἀλλ᾽ αὐτὸς σὺ σοί. Ο ἰ δίπους ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης [380] ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ, ὅσος παρ᾽ ὑμῖν ὁ φθόνος φυλάσσεται, εἰ τῆσδέ γ᾽ ἀρχῆς οὕνεχ᾽, ἣν ἐμοὶ πόλις δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, [385] λάθρᾳ μ᾽ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται, ὑφεὶς μάγον τοιόνδε μηχανοῤῥάφον, δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν μόνον δέδορκε, τὴν τέχνην δ᾽ ἔφυ τυφλός. ἐπεί, φέρ᾽ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής; [390] πῶς οὐκ, ὅθ᾽ ἡ ῥαψῳδὸς ἐνθάδ᾽ ἦν κύων, ηὔδας τι τοῖσδ᾽ ἀστοῖσιν ἐκλυτήριον; καίτοι τό γ᾽ αἴνιγμ᾽ οὐχὶ τοὐπιόντος ἦν ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει· ἣν οὔτ᾽ ἀπ᾽ οἰωνῶν σὺ προυφάνης ἔχων [395] οὔτ᾽ ἐκ θεῶν του γνωτόν· ἀλλ᾽ ἐγὼ μολών, ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν, γνώμῃ κυρήσας οὐδ᾽ ἀπ᾽, οἰωνῶν μαθών· ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις παραστατήσειν τοῖς Κρεοντείοις πέλας. [400] κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε ἀγηλατήσειν· εἰ δὲ μὴ ᾽δόκεις γέρων εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς. Χορός ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ᾽ ἔπη ὀργῇ λελέχθαι καὶ τά σ᾽, Οἰδίπους, δοκεῖ, [405] δεῖ δ᾽ οὐ τοιούτων, ἀλλ᾽ ὅπως τὰ τοῦ θεοῦ μαντεῖ᾽ ἄριστα λύσομεν, τόδε σκοπεῖν. Τειρεσίας εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν ἴσ᾽ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ. οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ· [410] ὥστ᾽ οὐ κρέοντος προστάτου γεγράψομαι. λέγω δ᾽, ἐπειδὴ καὶ τυφλόν μ᾽ ὠνείδισας· σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν᾽ εἶ κακοῦ, οὐδ᾽ ἔνθα ναίεις, οὐδ᾽ ὅτων οἰκεῖς μέτα. ἆρ᾽ οἶσθ᾽ ἀφ᾽ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν [415] τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω, καί σ᾽ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς ἐλᾷ ποτ᾽ ἐκ γῆς τῆσδε δεινόπους ἀρά, βλέποντα νῦν μὲν ὄρθ᾽, ἔπειτα δὲ σκότον. βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, [420] ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα, ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών; ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν, ἅ σ᾽ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. [425] πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν κάκιον ὅστις ἐκτριβήσεταί ποτε. Ο ἰ δίπους ἦ ταῦτα δῆτ᾽ ἀνεκτὰ πρὸς τούτου κλύειν; οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν [430] ἄψοῤῥος οἴκων τῶνδ᾽ ἀποστραφεὶς ἄπει; Τειρεσίας οὐδ᾽ ἱκόμην ἔγωγ᾽ ἄν, εἰ σὺ μὴ ᾽κάλεις. Ο ἰ δίπους οὐ γάρ τί σ᾽ ᾔδη μῶρα φωνήσοντ᾽, ἐπεὶ σχολῇ σ᾽ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην. Τειρεσίας ἡμεῖς τοιοίδ᾽ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, [435] μῶροι, γονεῦσι δ᾽, οἵ σ᾽ ἔφυσαν, ἔμφρονες. Ο ἰ δίπους ποίοισι; μεῖνον, τίς δέ μ᾽ ἐκφύει βροτῶν; Τειρεσίας ἥδ᾽ ἡμέρα φύσει σε καὶ διαφθερεῖ. Ο ἰ δίπους ὡς πάντ᾽ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις. Τειρεσίας οὔκουν σὺ ταῦτ᾽ ἄριστος εὑρίσκειν ἔφυς; [440] Ο ἰ δίπους τοιαῦτ᾽ ὀνείδιζ᾽, οἷς ἔμ᾽ εὑρήσεις μέγαν. Τειρεσίας αὕτη γε μέντοι σ᾽ ἡ τύχη διώλεσεν. Ο ἰ δίπους ἀλλ᾽ εἰ πόλιν τήνδ᾽ ἐξέσωσ᾽, οὔ μοι μέλει. Τειρεσίας ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με. Ο ἰ δίπους κομιζέτω δῆθ᾽· ὡς παρὼν σύ γ᾽ ἐμποδὼν [445] ὀχλεῖς, συθείς τ᾽ ἂν οὐκ ἂν ἀλγύνοις πλέον. Τειρεσίας εἰπὼν ἄπειμ᾽ ὧν οὕνεκ᾽, ἦλθον, οὐ τὸ σὸν δείσας πρόσωπον· οὐ γὰρ ἔσθ᾽ ὅπου μ᾽ ὀλεῖς. λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον [450] τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε, ξένος λόγῳ μέτοικος, εἶτα δ᾽ ἐγγενὴς φανήσεται Θηβαῖος, οὐδ᾽ ἡσθήσεται τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι [455] σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται. φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτ᾽ ἰὼν [460] εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον, φάσκειν ἔμ᾽ ἤδη μαντικῇ μηδὲν φρονεῖν. Χορός τίς ὅντιν᾽ ἁ θεσπιέπεια δελφὶς εἶπε πέτρα ἄῤῥητ᾽ ἀῤῥήτων τελέσαντα φοινίαισι χερσίν; [465] ὥρα νιν ἀελλάδων ἵππων σθεναρώτερον φυγᾷ πόδα νωμᾶν. ἔνοπλος γὰρ ἐπ᾽ αὐτὸν ἐπενθρῴσκει πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, [470] δειναὶ δ᾽ ἅμ᾽ ἕπονται κῆρες ἀναπλάκητοι ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ᾽ ἰχνεύειν. φοιτᾷ γὰρ ὑπ᾽ ἀγρίαν [475] ὕλαν ἀνά τ᾽ ἄντρα καὶ πέτρας ἰσόταυρος μέλεος μελέῳ ποδὶ χηρεύων, τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων [480] μαντεῖα· τὰ δ᾽ ἀεὶ ζῶντα περιποτᾶται. δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας οὔτε δοκοῦντ᾽ οὔτ᾽ ἀποφάσκονθ᾽· ὅ τι λέξω δ᾽ ἀπορῶ. [485] πέτομαι δ᾽ ἐλπίσιν οὔτ᾽, ἐνθάδ᾽ ὁρῶν οὔτ᾽ ὀπίσω. τί γὰρ ἢ Λαβδακίδαις ἢ τῷ Πολύβου νεῖκος ἔκειτ᾽, οὔτε πάροιθέν ποτ᾽ ἔγωγ᾽ [490] ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμ᾽ Οἰδιπόδα Λαβδακίδαις ἐπίκουρος ἀδήλων θανάτων. [495] ἀλλ᾽ ὁ μὲν οὖν Ζεὺς ὅ τ᾽ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν εἰδότες· ἀνδρῶν δ᾽ ὅτι μάντις πλέον ἢ ᾽γὼ φέρεται, [500] κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δ᾽ ἂν σοφίαν παραμείψειεν ἀνήρ. ἀλλ᾽ οὔποτ᾽ ἔγωγ᾽ ἄν, πρὶν ἴδοιμ᾽ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην. [505] φανερὰ γὰρ ἐπ᾽ αὐτῷ, πτερόεσσ᾽ ἦλθε κόρα ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θ᾽ ἁδύπολις τῷ ἀπ᾽ ἐμᾶς [510] φρενὸς οὔποτ᾽ ὀφλήσει κακίαν. Κρέων ἄνδρες πολῖται, δείν᾽ ἔπη πεπυσμένος κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, πάρειμ᾽ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς [515] ταῖς νῦν νομίζει πρός γ᾽ ἐμοῦ πεπονθέναι λόγοισιν εἴτ᾽ ἔργοισιν εἰς βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, [520] ἀλλ᾽ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι. Χορός ἀλλ᾽ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ᾽ ἂν ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν. Κρέων τοὔπος δ᾽ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι [525] πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι; Χορός ηὐδᾶτο μὲν τάδ᾽, οἶδα δ᾽ οὐ γνώμῃ τίνι. Κρέων ἐξ ὀμμάτων δ᾽ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου; Χορός οὐκ οἶδ᾽· ἃ γὰρ δρῶσ᾽, οἱ κρατοῦντες οὐχ ὁρῶ. [530] αὐτὸς δ᾽ ὅδ᾽ ἤδη δωμάτων ἔξω περᾷ. Ο ἰ δίπους οὗτος σύ, πῶς δεῦρ᾽ ἦλθες; ἦ τοσόνδ᾽ ἔχεις Traduzione EDIPO Creature carne in cui Cadmo antico vive! Che è questo posarvi inerti qui da me nel cerchio delle fronde simbolo implorante? Tebe è carica di fumi impasto di preghiere di singhiozzi. Io sono retto: non da diverse labbra udrò le cose creature. Vengo io. Eccomi: Edipo leggendario polo di voi tutti. Al sacerdote di Zeus: Vecchio chiarisci - sei tu la loro lingua bravo interprete - che v'inchioda in questa posa: ansia struggimento? Sta' certo mi protendo a tutto io per impulso mio. Sarei ottuso con la sofferenza a non curvarmi palpitando sulla vostra inerzia. SACERDOTE Ah sì! Edipo che impugni la mia Tebe tu vedi gli anni nostri noi aggrappati ai tuoi rialzi sacri: chi con ali inermi ai grandi spazi ancora chi con addosso il piombo dell'età. Noi siamo sacerdoti: io appartengo a Zeus. E questi poi scelta adolescenza. L'altra folla è irrigidita sulle piazze. Cerchio di fronde. O là tesi all'uno all'altro santuario della dea e alla cenere veridica d'Ismeno. Tebe - tu lo vedi - altalena sugli abissi ormai non ha forza soffoca là sotto! Macabra altalena! È agonia di petali - frutti chiusi