























Prepara tus exámenes y mejora tus resultados gracias a la gran cantidad de recursos disponibles en Docsity
Gana puntos ayudando a otros estudiantes o consíguelos activando un Plan Premium
Prepara tus exámenes
Prepara tus exámenes y mejora tus resultados gracias a la gran cantidad de recursos disponibles en Docsity
Prepara tus exámenes con los documentos que comparten otros estudiantes como tú en Docsity
Encuentra los documentos específicos para los exámenes de tu universidad
Estudia con lecciones y exámenes resueltos basados en los programas académicos de las mejores universidades
Responde a preguntas de exámenes reales y pon a prueba tu preparación
Consigue puntos base para descargar
Gana puntos ayudando a otros estudiantes o consíguelos activando un Plan Premium
Comunidad
Pide ayuda a la comunidad y resuelve tus dudas de estudio
Ebooks gratuitos
Descarga nuestras guías gratuitas sobre técnicas de estudio, métodos para controlar la ansiedad y consejos para la tesis preparadas por los tutores de Docsity
Antigona de Sófocles en griego para traducir
Tipo: Ejercicios
1 / 31
Esta página no es visible en la vista previa
¡No te pierdas las partes importantes!
























Antigona Ἀντιγόνη ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρ᾽ οἶσθ᾽ ὅ τι Ζεὺς τῶν ἀπ᾽ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; οὐδὲν γὰρ οὔτ᾽ ἀλγεινὸν οὔτ᾽ ἄτης ἄτερ 5 οὔτ᾽ αἰσχρὸν οὔτ᾽ ἄτιμόν ἐσθ᾽, ὁποῖον οὐ τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ᾽ ἐγὼ κακῶν. καὶ νῦν τί τοῦτ᾽ αὖ φασι πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει 10 πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; Ἰσμήνη ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη φίλων οὔθ᾽ ἡδὺς οὔτ᾽ ἀλγεινὸς ἵκετ᾽ ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί: 15 ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ᾽ ὑπέρτερον, οὔτ᾽ εὐτυχοῦσα μᾶλλον οὔτ᾽ ἀτωμένη. Ἀντιγόνη ᾔδη καλῶς, καί σ᾽ ἐκτὸς αὐλείων πυλῶν τοῦδ᾽ οὕνεκ᾽ ἐξέπεμπον, ὡς μόνη κλύοις. Ἰσμήνη 20
τί δ᾽ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ᾽ ἔπος. Ἀντιγόνη οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων τὸν μὲν προτίσας, τὸν δ᾽ ἀτιμάσας ἔχει; Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς 25 ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς: τὸν δ᾽ ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, ἐᾶν δ᾽ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν 30 θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ᾽ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ᾽ ἄγειν 35 οὐχ ὡς παρ᾽ οὐδέν, ἀλλ᾽ ὃς ἂν τούτων τι δρᾷ, φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα εἴτ᾽ εὐγενὴς πέφυκας εἴτ᾽ ἐσθλῶν κακή. Ἰσμήνη τί δ᾽, ὦ ταλαῖφρον, εἰ τάδ᾽ ἐν τούτοις, ἐγὼ 40 λύουσ᾽ ἂν ἢ 'φάπτουσα προσθείμην πλέον; Ἀντιγόνη εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
ὅσῳ κάκιστ᾽ ὀλούμεθ᾽, εἰ νόμου βίᾳ 60 ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. ἀλλ᾽ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ᾽ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα. ἔπειτα δ᾽ οὕνεκ᾽ ἀρχόμεσθ᾽ ἐκ κρεισσόνων, καὶ ταῦτ᾽ ἀκούειν κἄτι τῶνδ᾽ ἀλγίονα. 65 ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσομαι: τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. Ἀντιγόνη οὔτ᾽ ἂν κελεύσαιμ᾽ οὔτ᾽ ἄν, εἰ θέλοις ἔτι 70 πράσσειν, ἐμοῦ γ᾽ ἂν ἡδέως δρῴης μέτα. ἀλλ᾽ ἴσθ᾽ ὁποῖά σοι δοκεῖ, κεῖνον δ᾽ ἐγὼ θάψω: καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. φίλη μετ᾽ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασ᾽. ἐπεὶ πλείων χρόνος 75 ὃν δεῖ μ᾽ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. ἐκεῖ γὰρ αἰεὶ κείσομαι: σοὶ δ᾽, εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμ᾽ ἀτιμάσασ᾽ ἔχε. Ἰσμήνη ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος. Ἀντιγόνη 80
σὺ μὲν τάδ᾽ ἂν προὔχοι᾽: ἐγὼ δὲ δὴ τάφον χώσουσ᾽ ἀδελφῷ φιλτάτῳ πορεύσομαι. Ἰσμήνη οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. Ἀντιγόνη μὴ 'μοῦ προτάρβει: τὸν σὸν ἐξόρθου πότμον. Ἰσμήνη ἀλλ᾽ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ 85 τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ᾽ αὔτως ἐγώ. Ἀντιγόνη οἴμοι, καταύδα: πολλὸν ἐχθίων ἔσει σιγῶσ᾽, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. Ἰσμήνη θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. Ἀντιγόνη ἀλλ᾽ οἶδ᾽ ἀρέσκουσ᾽ οἷς μάλισθ᾽ ἁδεῖν με χρή. Ἰσμήνη 90 εἰ καὶ δυνήσει γ᾽: ἀλλ᾽ ἀμηχάνων ἐρᾷς. Ἀντιγόνη οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. Ἰσμήνη ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
λόγχαις ἑπτάπυλον στόμα ἔβα, πρίν ποθ᾽ ἁμετέρων 120 αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμαπύργων πευκάενθ᾽ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτ᾽ἐτάθη 125 πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμαδράκοντος. Χορός Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν πολλῷ ῥεύματι προσνισσομένους 130 χρυσοῦ καναχῆς ὑπεροπλίαις, παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων ἐπ᾽ ἄκρων ἤδη νίκην ὁρμῶντ᾽ ἀλαλάξαι. Χορός ἀντιτύπᾳ δ᾽ ἐπὶ γᾷ πέσε τανταλωθεὶς 135 πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ βακχεύων ἐπέπνει ῥιπαῖς ἐχθίστων ἀνέμων. εἶχε δ᾽ ἄλλᾳ τὰ μέν, ἄλλα δ᾽ ἐπ᾽ ἄλλοις ἐπενώμα στυφελίζων μέγαςἌρης 140 δεξιόσειρος. Χορός ἑπτὰ λοχαγοὶ γὰρ ἐφ᾽ ἑπτὰ πύλαις ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη, πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς 145 μητρός τε μιᾶς φύντε καθ᾽ αὑτοῖν
δικρατεῖς λόγχας στήσαντ᾽ ἔχετον κοινοῦ θανάτου μέρος ἄμφω. Χορός ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ, 150 ἐκ μὲν δὴ πολέμων τῶν νῦν θέσθαι λησμοσύναν, θεῶν δὲ ναοὺς χοροῖς παννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δ᾽ἐλελίχθων Βάκχιος ἄρχοι. Χορός 155 ἀλλ᾽ ὅδε γὰρ δὴ βασιλεὺς χώρας, Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸς νεαραῖσι θεῶν ἐπὶ συντυχίαις χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων, 160 ὅτι σύγκλητον τήνδε γερόντων προὔθετο λέσχην, κοινῷ κηρύγματι πέμψας; Κρέων ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν. ὑμᾶς δ᾽ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα 165 ἔστειλ᾽ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη, τοῦτ᾽ αὖθις, ἡνίκ᾽ Οἰδίπους ὤρθου πόλιν, κἀπεὶ διώλετ᾽, ἀμφὶ τοὺς κείνων ἔτι παῖδας μένοντας ἐμπέδοις φρονήμασιν. 170 ὅτ᾽ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν καθ᾽ ἡμέραν ὤλοντο παίσαντές τε καὶ πληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω γένους κατ᾽ ἀγχιστεῖα τῶν ὀλωλότων. 175
Χορός σοὶ ταῦτ᾽ ἀρέσκει, παῖ Μενοικέως Κρέον, τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει: νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι. Κρέων 215 ὡς ἂν σκοποὶ νῦν εἴτε τῶν εἰρημένων. Χορός νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες. Κρέων ἀλλ᾽ εἴσ᾽ ἑτοῖμοι τοῦ νεκροῦ γ᾽ ἐπίσκοποι. Χορός τί δῆτ᾽ ἂν ἄλλο τοῦτ᾽ ἐπεντέλλοις ἔτι; Κρέων τὸ μὴ 'πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε. Χορός 220 οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ. Κρέων καὶ μὴν ὁ μισθός γ᾽, οὗτος: ἀλλ᾽ ὑπ᾽ ἐλπίδων ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν. Φύλαξ ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. 225 πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν: ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη: τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; τλήμων, μενεῖς αὖ; κεἰ τάδ᾽ εἴσεται Κρέων 230 ἄλλου παρ᾽ ἀνδρός; πῶς σὺ δῆτ᾽ οὐκ ἀλγύνει; τοιαῦθ᾽ ἑλίσσων ἤνυτον σχολῇ βραδύς. χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. τέλος γε μέντοι δεῦρ᾽ ἐνίκησεν μολεῖν σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ᾽ ὅμως: 235 τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον. Κρέων τί δ᾽ ἐστὶν ἀνθ᾽ οὗ τήνδ᾽ ἔχεις ἀθυμίαν; Φύλαξ φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ: τὸ γὰρ πρᾶγμ᾽ οὔτ᾽ ἔδρασ᾽ οὔτ᾽ εἶδον ὅστις ἦν ὁ δρῶν, 240 οὐδ᾽ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. Κρέων εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ τὸ πρᾶγμα: δηλοῖς δ᾽ ὥς τι σημανῶν νέον.
φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο πληγὴ τελευτῶσ᾽, οὐδ᾽ ὁ κωλύσων παρῆν. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργής, ἀλλ᾽ ἔφευγε μὴ εἰδέναι. ἦμεν δ᾽ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν 265 καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι μηδ᾽ εἰργασμένῳ. τέλος δ᾽ ὅτ᾽ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα 270 νεῦσαι φόβῳ προὔτρεψεν: οὐ γὰρ εἴχομεν οὔτ᾽ ἀντιφωνεῖν οὔθ᾽ ὅπως δρῶντες καλῶς πράξαιμεν. ἦν δ᾽ ὁ μῦθος ὡς ἀνοιστέον σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον. καὶ ταῦτ᾽ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα 275 πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. πάρειμι δ᾽ ἄκων οὐχ ἑκοῦσιν, οἶδ᾽ ὅτι: στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν. Χορός ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον τοὔργον τόδ᾽, ἡ ξύννοια βουλεύει πάλαι Κρέων 280 παῦσαι, πρὶν ὀργῆς καὶ 'μὲ μεστῶσαι λέγων, μὴ 'φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα. λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην 285 ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας ναοὺς πυρώσων ἦλθε κἀναθήματα καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως 290 ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐδ᾽ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. 295 οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος κακὸν νόμισμ᾽ ἔβλαστε. τοῦτο καὶ πόλεις πορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόμων: τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγματ᾽ ἵστασθαι βροτῶν: 300 πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ᾽ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλ᾽ εἴπερ ἴσχει Ζεὺς ἔτ᾽ ἐξ ἐμοῦ σέβας, 305 εὖ τοῦτ᾽ ἐπίστασ᾽, ὅρκιος δέ σοι λέγω: εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτ᾽ ἐς ὀφθαλμοὺς ἐμούς, οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν, 310
Φύλαξ φεῦ: ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν. Κρέων κόμψευέ νυν τὴν δόξαν: εἰ δὲ ταῦτα μὴ 325 φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ᾽ ὅτι τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται. Φύλαξ ἀλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽: ἐὰν δέ τοι ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ, οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ᾽ ἐλθόντα με: 330 καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ᾽ ἐμῆς σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν. Χορός πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερονπέλει. 335 τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳνότῳ χωρεῖ, περιβρυχίοισιν περῶν ὑπ᾽ οἴδμασιν. θεῶν τε τὰν ὑπερτάταν, Γᾶν ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος 340 ἱππείῳ γένει πολεύων. Χορός κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει 345 καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τ᾽ εἰναλίανφύσιν σπείραισι δικτυοκλώστοις, περιφραδὴς ἀνήρ:
κρατεῖ δὲ μηχαναῖς ἀγραύλου 350 θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ᾽ ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν οὔρειόν τ᾽ ἀκμῆτα ταῦρον. Χορός 355 καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶἀστυνόμους ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη παντοπόρος: ἄπορος ἐπ᾽ οὐδὲν ἔρχεται 360 τὸ μέλλον: Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται: νόσων δ᾽ ἀμηχάνων φυγὰς ξυμπέφρασται. Χορός 365 σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδ᾽ἔχων τοτὲ μὲν κακόν, ἄλλοτ᾽ ἐπ᾽ ἐσθλὸν ἕρπει, νόμους γεραίρων χθονὸς θεῶν τ᾽ ἔνορκον δίκαν, 370 ὑψίπολις: ἄπολις ὅτῳ τὸ μὴ καλὸν ξύνεστι τόλμας χάριν. μήτ᾽ ἐμοὶ παρέστιος 375 γένοιτο μήτ᾽ ἴσον φρονῶν ὃς τάδ᾽ ἔρδει. Χορός ἐς δαιμόνιον τέρας ἀμφινοῶ τόδε: πῶς εἰδὼς ἀντιλογήσω τήνδ᾽ οὐκ εἶναι παῖδ᾽ Ἀντιγόνην. ὦ δύστηνος 380 καὶ δυστήνου πατρὸς Οἰδιπόδα, τί ποτ᾽; οὐ δή που σέ γ᾽ ἀπιστοῦσαν τοῖς βασιλείοισιν ἄγουσι νόμοις καὶ ἐν ἀφροσύνῃ καθελόντες; Φύλαξ
Φύλαξ αὕτη τὸν ἄνδρ᾽ ἔθαπτε: πάντ᾽ ἐπίστασαι. Κρέων ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς; Φύλαξ ταύτην γ᾽ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν 405 ἀπεῖπας. ἆρ᾽ ἔνδηλα καὶ σαφῆ λέγω; Κρέων καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη; Φύλαξ τοιοῦτον ἦν τὸ πρᾶγμ᾽. ὅπως γὰρ ἥκομεν, πρὸς σοῦ τὰ δείν᾽ ἐκεῖν᾽ ἐπηπειλημένοι, πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν 410 νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, καθήμεθ᾽ ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀπ᾽ αὐτοῦ μὴ βάλοι πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρ᾽ ἀνὴρ ἐπιρρόθοις κακοῖσιν, εἴ τις τοῦδ᾽ ἀκηδήσοι πόνου. 415 χρόνον τάδ᾽ ἦν τοσοῦτον, ἔστ᾽ ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος καὶ καῦμ᾽ ἔθαλπε: καὶ τότ᾽ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος, πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην 420 ὕλης πεδιάδος, ἐν δ᾽ ἐμεστώθη μέγας αἰθήρ: μύσαντες δ᾽ εἴχομεν θείαν νόσον. καὶ τοῦδ᾽ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς ὄρνιθος ὀξὺν φθόγγον, ἐς ὅταν κενῆς 425
εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος. οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ᾽ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, 430 ἔκ τ᾽ εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθ᾽ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν 435 πράξεις: ἄπαρνος δ᾽ οὐδενὸς καθίστατο, ἅμ᾽ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν ἀλγεινόν: ἀλλὰ πάντα ταῦθ᾽ ἥσσω λαβεῖν 440 ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. Κρέων σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα, φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε: Ἀντιγόνη καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή. Κρέων σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις 445 ἔξω βαρείας αἰτίας ἐλεύθερον: σὺ δ᾽ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως, ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε; Ἀντιγόνη ᾔδη: τί δ᾽ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.